Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.297 Joseph. AJ 7.302 (English) >>Joseph. AJ 7.307

7.300ἤνεγκε δʼ ἐπὶ τῷ παρʼ ὀλίγον κινδυνεῦσαι τὸν βασιλέα χαλεπῶς τὸ πλῆθος· καὶ οἱ ἡγεμόνες ὥρκωσαν αὐτὸν μηκέτι εἰς μάχην ἀπαντῆσαι σὺν αὐτοῖς, μὴ διʼ ἀνδρείαν καὶ προθυμίαν παθών τι τῶν δεινῶν στερήσῃ τὸν λαὸν τῶν διʼ αὐτὸν ἀγαθῶν, ὅσα τε ἤδη παρέσχηκε καὶ ὅσων ἔτι μεθέξουσι πολὺν βιώσαντος χρόνον. 7.301

Συνελθόντων δὲ τῶν Παλαιστίνων εἰς Γάζαρα πόλιν ἀκούσας βασιλεὺς ἔπεμψεν ἐπʼ αὐτοὺς στρατιάν. ἠρίστευσε δὲ τότε καὶ σφόδρʼ ηὐδοκίμησε Σαβρήχης Χετταῖος εἷς τῶν περὶ Δαυίδην ἀνδρειοτάτων· ἀπέκτεινε γὰρ πολλοὺς τῶν αὐχούντων προγόνους τοὺς Γίγαντας καὶ μέγα ἐπʼ ἀνδρείᾳ φρονούντων, αἴτιός τε τῆς νίκης τοῖς Ἑβραίοις ἐγένετο. 7.302καὶ μετʼ ἐκείνην τὴν ἧτταν πάλιν ἐπολέμησαν οἱ Παλαιστῖνοι· καὶ στρατιὰν ἐπʼ αὐτοὺς Δαυίδου πέμψαντος ἠρίστευσεν Ἐφὰν συγγενὴς αὐτοῦ· μονομαχήσας γὰρ τῷ πάντων ἀνδρειοτάτῳ Παλαιστίνων ἀπέκτεινεν αὐτὸν καὶ τοὺς ἄλλους εἰς φυγὴν ἔτρεψε, πολλοί τε αὐτῶν ἀπέθανον μαχόμενοι. 7.303διαλιπόντες δʼ ὀλίγον χρόνον ἐστρατοπεδεύσαντο πρὸς τῇ πόλει τῶν ὅρων τῆς Ἑβραίων χώρας οὐκ ἄπωθεν. ἦν δʼ αὐτοῖς ἀνὴρ τὸ μὲν ὕψος ἓξ πηχῶν, δακτύλους δʼ ἐν ἑκατέρῳ τῶν βάσεων καὶ τῶν χειρῶν ἑνὶ περισσοτέρους εἶχε τῶν κατὰ φύσιν. 7.304ἐκ τῆς οὖν πεμφθείσης ἐπʼ αὐτοὺς ὑπὸ Δαυίδου στρατιᾶς τούτῳ μονομαχήσας Ἰωνάθης Σουμᾶ υἱὸς ἀνεῖλέ τε αὐτὸν καὶ τῆς ὅλης νίκης ῥοπὴ γενόμενος δόξαν ἀριστείας ἀπηνέγκατο· καὶ γὰρ οὗτος Παλαιστῖνος ηὔχει τῶν Γιγάντων ἀπόγονος εἶναι. μετὰ δὲ ταύτην τὴν μάχην οὐκέτι τοῖς Ἰσραηλίταις ἐπολέμησαν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.297 Joseph. AJ 7.302 (English) >>Joseph. AJ 7.307

Powered by PhiloLogic